Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.298 Joseph. AJ 17.304 (English) >>Joseph. AJ 17.309

17.302ὁπόσοι δὲ συγγενεῖς τοῦ βασιλέως ἦσαν Ἀρχελάῳ μὲν συντετάχθαι διὰ μῖσος τὸ πρὸς αὐτὸν ὑστέρουν, τοῖς δὲ πρέσβεσιν ὁμοψηφεῖν κατʼ αὐτοῦ δεινὸν ἡγοῦντο ἐν αἰσχύνῃ τῇ αὐτῶν οἰόμενοι γενήσεσθαι παρὰ Καίσαρι κατʼ ἀνδρὸς οἰκείου τοιάδε πράσσειν προθυμεῖσθαι. 17.303παρῆν δὲ ἤδη καὶ Φίλιππος ἀπὸ Συρίας ἐξοτρύναντος αὐτὸν Οὐάρου τὸ μὲν κεφάλαιον ἐπὶ συνηγορίᾳ τοῦ ἀδελφοῦ, πάνυ γὰρ εὐνόει Οὔαρος αὐτῷ, γινομένης δὲ τῇ βασιλείᾳ μεταπτώσεως, καὶ τάδε ὑπώπτευεν Οὔαρος νέμησιν αὐτῆς γενήσεσθαι διὰ τὸ πολλοὺς εἶναι τοὺς αὐτονομίας γλιχομένους, οὐχ ὑστεριῶν τοῦ κἂν αὐτὸς μοῖραν αὐτῆς τινα φέρεσθαι. 17.304

Λόγου οὖν τοῖς Ἰουδαίων πρέσβεσι δοθέντος, οἳ ἐπὶ καταλύσει τῆς βασιλείας ἤλπιζον λέγειν, ἐπὶ κατηγορίᾳ τῶν Ἡρώδου παρανομιῶν τρέπονται, βασιλέα μὲν ὀνόματι ἀποφαίνοντες αὐτόν, τῶν δʼ ἐν ταῖς τυραννίσιν ἑκάστης τὸ ἀνήκεστον ἀναδεξάμενον εἰς ταὐτὸν ἐπʼ ὀλέθρῳ τῶν Ἰουδαίων συνθέντα χρῆσθαι τὰ πολλὰ καὶ φύσει τῇ αὐτοῦ προσκαινουργεῖν οὐκ ἀπηλλαγμένον. 17.305πολλῶν γοῦν ὄντων, οἳ ὀλέθροις ἀπολώλοιεν οὐχ ἱστορήσειν πω πρότερον, πολλῷ δὲ δυστυχεστέρους πάθους ἐκείνων τοὺς ζῶντας εἶναι, οὐ μόνον ὧν ὄψει καὶ διανοίᾳ ἐπʼ αὐτοῖς ἀνιαθεῖεν, ἀλλὰ καὶ ὧν ταῖς οὐσίαις. 17.306πόλεις τε τὰς μὲν περιοικίδας καὶ ὑπὸ ἀλλοφύλων οἰκουμένας κοσμοῦντα ῶν ἐκ παύσασθαι καὶ καταλύσεώς τε καὶ ἀφανισμῷ τῶν ἐν τῇ ἀρχῇ αὐτοῦ κατῳκημένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.298 Joseph. AJ 17.304 (English) >>Joseph. AJ 17.309

Powered by PhiloLogic